Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.273 Joseph. AJ 9.278 (English) >>Joseph. AJ 9.283

9.276Ἐζεκίας δὲ τῶν μὲν ἀπειλῶν οὐκ ἐφρόντισʼ, ἐθάρρει δὲ ἐπὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ καὶ τῷ προφήτῃ Ἡσαΐᾳ, παρʼ οὗ πάντʼ ἀκριβῶς τὰ μέλλοντα ἐπυνθάνετο. καὶ ὧδε μὲν ἡμῖν ἐπὶ τοῦ παρόντος ἐχέτω τὰ περὶ τούτου τοῦ βασιλέως. 9.277

Σαλμανάσσης δὲ τῶν Ἀσσυρίων βασιλεύς, ἐπεὶ ἠγγέλη αὐτῷ τῶν Ἰσραηλιτῶν βασιλεὺς Ὠσείης πέμψας κρύφα πρὸς Σώαν τὸν τῶν Αἰγυπτίων βασιλέα παρακαλῶν αὐτὸν ἐπὶ συμμαχίαν τὴν κατʼ αὐτοῦ, παροξυνθεὶς ἐστράτευσεν ἐπὶ τὴν Σαμάρειαν ἔτει ἑβδόμῳ τῆς Ὠσήου βασιλείας. 9.278οὐ δεξαμένου δʼ αὐτὸν τοῦ βασιλέως ἔτεσι πολιορκήσας τρισὶν εἷλε κατὰ κράτος τὴν Σαμάρειαν, ἔνατον μὲν ἔτος Ὠσήου βασιλεύοντος ἕβδομον δὲ Ἐζεκίου τοῦ τῶν Ἱεροσολυμιτῶν βασιλέως, καὶ τὴν τῶν Ἰσραηλιτῶν ἡγεμονίαν ἄρδην ἠφάνισε καὶ πάντα τὸν λαὸν μετῴκισεν εἰς τὴν Μηδίαν καὶ Περσίδα, ἐν οἷς καὶ τὸν βασιλέα Ὠσῆν ζῶντα ἔλαβε. 9.279καὶ μεταστήσας ἄλλα ἔθνη ἀπὸ Χούθου τόπου τινός, ἔστι γὰρ ἐν τῇ Περσίδι ποταμὸς τοῦτʼ ἔχων τοὔνομα, κατῴκισεν εἰς τὴν Σαμάρειαν καὶ τὴν τῶν Ἰσραηλιτῶν χώραν. 9.280μετῴκησαν οὖν αἱ δέκα φυλαὶ τῶν Ἰσραηλιτῶν ἐκ τῆς Ἰουδαίας μετὰ ἐτῶν ἀριθμὸν ἐνακοσίων τεσσαρακονταεπτά, ἀφʼ οὗ χρόνου τὴν Αἴγυπτον ἐξῆλθον αὐτῶν οἱ πρόγονοι, ὃν δὲ κατέσχον τὴν χώραν ταύτην στρατηγοῦντος Ἰησοῦ ἔστιν ἐτῶν ὀκτακοσίων· ἀφʼ οὗ δʼ ἀποστάντες ἀπὸ Ῥοβοάμου τοῦ Δαυίδου υἱωνοῦ τὴν βασιλείαν Ἱεροβοάμῳ παρέδοσαν, ὥς μοι καὶ πρότερον δεδήλωται, ἔτη ἐστὶ διακόσια τεσσαράκοντα μῆνες ἑπτὰ ἡμέραι ἑπτά.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.273 Joseph. AJ 9.278 (English) >>Joseph. AJ 9.283

Powered by PhiloLogic